Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.213 Joseph. AJ 19.218 (English) >>Joseph. AJ 19.223

19.216ὑφʼ ὧν ἁπάντων Κλαύδιος ἐθορυβεῖτο δεδιὼς περὶ τῆς σωτηρίας, ἄλλως τʼ ἐπειδὴ καὶ τῶν περὶ τὸν Ἀσπρήναν ἐτεθέατο τὰς κεφαλὰς παραφερομένας· εἱστήκει δὲ κατά τι προσβατὸν ὀλίγαις βαθμῖσι χωρίον ὑπεσταλκὼς τῷ κατʼ αὐτὸ σκότῳ. 19.217καὶ Γρᾶτος τῶν περὶ τὸ βασίλειόν τις στρατιωτῶν θεασάμενος καὶ τοῦ μὲν ἀκριβωσομένου τὴν ὄψιν ἀμαθὴς ὢν διὰ τὸν σκότον, τοῦ δὲ ἄνθρωπον εἶναι τὸν ὑπολοχῶντα κριτὴς εἶναι μὴ ἀπηλλαγμένος, προσῄει τε ἐγγύτερον καὶ ὑποχωρεῖν ἠξιωκότος ἐπέκειτο καὶ καταλαβὼν ἐπιγνωρίζειΓερμανικὸς μὲν οὗτος, φησὶν πρὸς τοὺς ἑπομένους, καὶ στησώμεθα τοῦτον ἡγεμόνα φερόμενοι.” 19.218 Κλαύδιος δὲ ἐφʼ ἁρπαγῇ παρεσκευασμένους ὁρῶν καὶ δείσας, μὴ κατὰ φωνὴν ἀποθάνοι τὴν Γαΐου, φειδὼ σχεῖν ἠξίου τοῦ κατʼ αὐτὸν ἀνεπαχθοῦς ἀνάμνησιν αὐτοῖς ὑποτιθεὶς καὶ τοῦ ἀπρομηθοῦς τῶν γεγονότων. 19.219καὶ Γρᾶτος μειδιάσας ἐπισπᾶται τῆς δεξιᾶς, καίπαῦσαι, φησίν, μικρολογούμενος περὶ τῆς σωτηρίας δέον σε μεγαλοφρονεῖσθαι περὶ τῆς ἡγεμονίας, ἣν οἱ θεοὶ Γάιον ἀφῃρημένοι τῇ σῇ συνεχώρησαν ἀρετῇ πρόνοιαν τῆς οἰκουμένης λαβόντες. 19.220ἀλλʼ ἴθι καὶ τῶν προγόνων ἀπολάμβανε τὸν θρόνον.” ἀνεβάσταζέν τε αὐτὸν οὐ πάνυ τοῖς ποσὶ βαίνειν δυνάμενον ὑπό τε φόβου καὶ χάρματος τῶν εἰρημένων. 19.221

Συνεστρέφοντο δὲ περὶ τὸν Γρᾶτον ἤδη καὶ πλείους τῶν σωματοφυλάκων καὶ θεωροῦντες τὸν Κλαύδιον ἀγόμενον δόξῃ τοῦ ἐπὶ κόλασιν ἕλκεσθαι τῶν ἐπὶ τοιοῖσδε ζημιῶν ὡς ἄνδρα ἀπράγμονα διὰ βίου τοῦ παντὸς καὶ κινδύνοις οὔτι μετρίως ἐπὶ τῆς Γαΐου ἀρχῆς ὡμιληκότα, τινὲς δὲ καὶ αὐτῶν τοῖς ὑπάτοις ἐντρέπειν κρίσιν ἠξίουν τὴν περὶ αὐτόν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.213 Joseph. AJ 19.218 (English) >>Joseph. AJ 19.223

Powered by PhiloLogic